Απίστευτο: Γράφει τις ειδήσεις στα αρχαία ελληνικά!


Αποφάσισε να ανοίξει site και να γράφει τις ειδήσεις στα αρχαία ελληνικά....

Γεννήθηκε στη Βαρκελώνη και είναι καθηγητής ελληνικών και λατινικών στο πανεπιστήμιο της Οξφόρδης παλιότερα, σ' αυτό του Σαιντ Αντριους στη Μεγάλη Βρετανία τώρα.

Το site λέγεται akwn.net δηλαδή Αcropolis world news! δείτε :

Δεινότατος φόνος ἐν τῷ Κονέκτικατ
16 Δεκεμβρίου 2012

Picture
Παῖδες ἄνθη κατατιθέασιν ἐγγὺς τοῦ διδασκαλείου
Νεανίας τις εἴκοσι παῖδας καὶ ἓξ ἀνθρώπους ἐν διδασκαλείῳ ἀποκτείνει

Προχθὲς ἐν τῷ Κονέκτικατ δεινότατος φόνος συνέβη· ἐν τῷ διδασκαλείῳ Sandy Hook , ἐν τῇ μικρᾷ πόλει Newtown, εἴκοσι παῖδες καὶ ἓξ ἄνθρωποι ἀπέθανον ὑπὸ νεανίου. οὗτος ὁ νεανίας, Ἄδαμ Λάνθα ὀνόματι καὶ εἴκοσι ἔτη γεγονώς, πρῶτον μὲν τὴν ἑαυτοῦ μητέρα ἀπέκτεινεν ἐν τῇ οἰκίᾳ οὖ οἱ δύο ᾤκουν, ἔπειτα δὲ τρία αὐτοματικὰ ὅπλα λαβὼν ἃ ἡ μήτηρ οἴκοι εἶχε καὶ τὴν οἰκίαν ἀπολιπὼν καὶ πρὸς τὸ διδσκαλεῖον ἀφικομένος τοὺς φύλακας λαθὼν εἰσέβη τὰ ὅπλα ἔχων καὶ ἐξ ἀπροσδοκήτου εἰς οἴκημα εἰσβὰς ἐν ᾧ πολλοὶ παῖδες ἔτυχον ὄντες ἐπὶ αὐτοὺς ἐπυροβόλει. ὀκτωκαίδεκα παῖδες ἐκεῖ εὐθὺς ἀπέθανον (δύο ἄλλοι ἐν τῷ νοσοκομείῳ ἀπέθανον ἐκεῖσε προσενεχθέντες) καὶ ἓξ ἄνθρωποι (ἡ τοῦ διδασκαλείου ἄρχουσα καὶ ἄλλοι ἐργασταί). πρῶτον μὲν ἐλέγετο ὅτι ἡ τοῦ φονέως μήτηρ ἐν τῷ διδασκαλείῳ αὐτῷ ἀπέθανεν (ἐκεῖ γὰρ τὸ πάλαι ἐδίδασκεν), ἔπειτα δὲ δῆλον ἦν τοῦτο οὐκ ἀληθὲς ὄν.

ὁ τοῦ Κονέκτικατ ἔπαρχος λέγει ὅτι τὸ πρᾶγμα χεῖρον ἂν εἴη, ὁ γὰρ Α. Λ. τοὺς φύλακας ἀφικομένους ἀκούσας ἑαυτὸν ἀπέκτεινεν· ὁ δὲ τῶν φυλάκων φερέφωνος τὰ ὅπλα ἐκεῖ λειφθέντα ἐξετάσας λέγει ὅτι ὁ μὲν φονεὺς ἐν νῷ εἶχε πλείονας παῖδας ἀποκτείνειν, ἡ δὲ ταχεῖα τῶν φυλάκων ἄφιξις τοῦτο ἐκώλυσεν.

ὁ Α. Λ. τοῦτο τὸ διδασκαλεῖον ἐφοίτα, ἡ δὲ μήτηρ πάλαι ἐν τῷ αὐτῷ διδασκαλείῳ ἐδίδασκεν. διὰ ὅ τι ὁ Α. Λ. τοῦτο ἐποίησεν οὐκέτι οὐδεὶς ἀκριβῶς οἶδεν, ὅμως δὲ ἴσμεν νῦν ὅτι τῇ μὲν προτεραίᾳ ὅπλον ὠνεῖσθαι ἐπειράσατο, τοῦτο δὲ οὐκ ἐξὸν (δεῖ γὰρ τὸν ὠνούμενον δύο ἑβδομάδας μένειν) τὰ τῆς μητρὸς ἔλαβεν. 

Ταραχὴ ἐν τῇ Αἰγύπτῳ
8 Δεκεμβρίου 2012

Picture
Διαδηλωταὶ πρὸ τῶν βασιλείων
Οἱ διαδηλωταὶ πρὸ τῶν βασιλείων μένουσι καὶ τὸν πρόεδρον Μοῦρσι προκαλοῦνται

Ἅμιλλαί τε καὶ ταραχὴ συμβαίνουσιν ἐν τῇ Αἰγύπτῳ, οἱ μὲν γὰρ τῷ προέδρῳ Μόρσι ἐπικουροῦντες τοῖς αὐτῷ ἀνθισταμένοις μάχονται, νεωστὶ δὲ μάχη ἐγένετο ἐν τῷ Καίρῳ, πρὸ αὐτῶν τῶν βασιλείων, ἐν ᾖ ἓξ ἄνθρωποι ἀπέθανον καὶ ἑπτακόσιοι ἄλλοι ἐτρώθησαν. ἡ ταύτης τῆς ταραχῆς αἰτία ἥδε ἐστίν· ὁ μὲν πρόεδρος Μόρσι νέον νόμον τῇ βουλῇ προσέθηκεν ὃς...διαβάστε τη συνέχεια : http://papoytsomenos-gatos.blogspot.gr/2012/12/blog-post_8398.html